Ancient Greek · ~2 min
239.1 to 239.2
Libanius, Epistulae 1-839 239.1-2
Not analysed yet
Ὁμοῦ παῖδά τε ἐμὸν Ὑπερέχιον καλεῖς καὶ χάριν μοι φὴς ift τῶν εἰς αὐτὸν εἰδέναι. τούτοιν δὲ ἢ τὸ πρότερον οὐκ ἀληθὲς ἡ θάτερον οὐκ ἔχον λόγον, μᾶλλον δέ, ἐπειδὴ τὸ πρότερον ἀλη- θἐς, μάταιον γίγνεται τὸ δεύτερον, εἰ μὴ καὶ αὐτὸν δεῖ σοὶ χάριν εἰδέναι τῶν εἰς τοῦτον αὐτόν. ἀλλ’ oixs σὺ θαυμα- στὸν οὐδὲν ἐποίεις ποιῶν ἃ δὴ πεποίηκας εἰς υἱόν τε καὶ τοι- οῦτον ἐγώ τε νομίσας υἱὸν ἐμὸν πάντα ἀγαθὸν εἰκός τι ποιῶν οὐκ ἂν τούτου μισθὸν ζητοίην, ἀλλ’ οἷς δεῖ χάριν ἐμέ τε καὶ σὲ τῆς εἰς τοῦτον εὐνοίας ἔχειν, ἐρῶ.