Ancient Greek · ~2 min
239.4 to 239.6
Libanius, Epistulae 1-839 239.4-6
Not analysed yet
καὶ μή με οἴου τοῦτο λέγειν, ὡς ὄντα φαῦλον ἦγον εἰς δόξαν, ἀλλ’ ὅτι μὴ φθόνῳ τὴν ἀλήθειαν ἔβαλ- λον, ἐγένοντο δὲ τοῦ φθόνου κρείττους πολῖται πολίτην ἀγα- πῶντες. τούτου χάριν αὐτοῖς εἰδέναι χρή. τὰ μὲν οὖν παρ’ ἐμοῦ πρὸς αὐτοὺς εὐχαί τε ὑπὲρ αὐτῶν καὶ κατ’ αὐτῶν ἔπαι- νοι, σοὶ δὲ ἔνεστι τὸ καὶ δι’ ἔργων ἀμείβεσθαι. καὶ πᾶν ὑπουρ- γῶν μηδέπω ἡγήσῃ τὸ πᾶν ἐκτετικέναι ἴσθι μέντοι καὶ τὴν ἡμετέραν πόλιν εἰδέναι τῇ πόλει χάριν οἴεται γὰρ τὴν περὶ τοῦτον ἐκείνης γνώμην μαρτυρίαν αὑτῇ τοῦ βελτίονος εἶναι.