Ancient Greek · ~2 min
240.3 to 240.6
Libanius, Epistulae 1-839 240.3-6
Not analysed yet
καὶ εἰ μὲν ἀπ’ ἄλλης ἀφῖκτο νῦν ὡς ὑμᾶς, ἄθλους ἂν ἴδει σοι διηγεῖσθαι προτέρους, νῦν δ’ αὐτὸ δι’ ὅπερ ἥκει καὶ πρὸς ὃ δεῖ σε βοη- θεῖν ἔστω σοι δεῖγμα τῶν τρόπων. μὴ θαυμάσῃς δὲ εἰ πολλοὶ μὲν ἐκεῖ μοι φίλοι, σοὶ δὲ ἐπέσταλκα μόνῳ· τὸ πρᾶγμα γὰρ οὐ πολλῶν συνευχομένων, ἀλλ’ ἑνὸς δεῖται πράττειν εἰδό- 5 τος. σὺ δὲ οὗτος ὁ πράττειν εἰδώς, τῷ δὲ βούλεσθαι τὸ δύ- νασθαι καλῶς ποιοῦν ἠκολούθηκεν ὑπάρχον μὲν καὶ πάλαι, νῦν δὲ ηὐξημένον· εἰσὶ γάρ, εἰσὶν· οἱ μηνύοντες. ἀπό- πεμπε δὴ τὸν ἑταῖρον ὧν ἤκουσε παρ’ ἡμῶν ἀγγελοῦντα πλείω.