Ancient Greek · ~2 min
242.3 to 242.4
Libanius, Epistulae 1-839 242.3-4
Not analysed yet
σοὶ μὲν οὖν ὅλην τὴν πόλιν, σὲ δὲ τούτῳ προσήκει χάριν εἰδέναι. σὺ μὲν γὰρ εἰς νοῦν ἐβάλου τὸν κόσμον, σοὶ δὲ οὗτος διακονεῖ. ἔστι δὲ ἀρκοῦσα χάρις, ἂν ἐπαινῇς τε αὐτὸν καὶ νομίζῃς ὅπερ ἡμεῖς. ἡ δὲ ἡμετέρα ψῆφος Στρατήγιον ἄνδρα εἶναι γενναῖον, ὃν οὐδεὶς ἐνίκησεν εὖ ποιῶν· οὕτως ἀμοιβὰς ἀεὶ ζητεῖ μείζονας καὶ ζητῶν οὐκ ἔστιν ὅτε οὐχ εὗρεν.