Ancient Greek · ~5 min
245.5 to 245.9
Libanius, Epistulae 1-839 245.5-9
Not analysed yet
καὶ μὴ τοσοῦτον παρίδῃς <τὸ> δίκαιον μηδὲ ἐπὶ τοῖς Ἄρκαν οἰκοῦσιν ἔστω τῶν αὐτῶν ἀφίστασθαί τε καὶ πάλιν λαμβάνεσθαι, ἀλλ’ ἴστωσαν ὡς ὁμοίως ἄδικον τά τε αὑτῶν οὐ κομίζεσθαι τά τε οὐχ αὑτῶν αὑτῶν ποιεῖν. ἀλλ’ ἐκεῖνοι μὲν μηδὲν ὀκνούν- των, ἡμῖν δέ γε διὰ σοῦ γιγνέσθω τὰ παρὰ τῶν νόμων ἰσχυρά. τῶν μὲν γὰρ οὐκ αἰσχυνομένων ἐστὶν ἐθέλειν πλεονεκτεῖν, δι καστοῦ δὲ μηδένα <ἐᾶν> εἶναι δυνατώτερον νόμου. καὶ μὲν ἔγεμεν ὕπνου Καρτέριος ἡ μὴ ἔμελλεν ἐν Μόρων φα- νεῖσθαι χορῷ, βραχὺς ἄν μοι λόγος ἦν τῶν νῦν ἐπ’ αὐτὸν παττομένων· βλάστην δὲ οὕτω γενναίαν διαφθεῖραι καὶ τὸ ἤδη συνειλεγμένον ἐκβαλεῖν τῆς διανοίας, ὃ πέφυκε ποιεῖν ὁ τῶν πραγμάτων θόρυβος, οὔθ᾿ ὅσιον οὔτ᾿ εὐσεβές. καὶ σύ τοι τὸ ἄρχειν ἔχεις ἀπὸ τοῦ δύνασθαι λέγειν εἰκὸς δή σε βοη- θεῖν τοῖς περὶ τὸν Ἑρμῆν καὶ φαίνεσθαι τιμῶντα τὰς ἀφορ- μὰς ἀφ’ ὧν ἐνταῦθα ἥκεις. εἰ Τε βούλει, καὶ τοὐμὸν προσ- λογίζου καὶ μὴ τὴν ἐπιστολὴν ἀτιμάσῃς, ὅτι ἐστὶν ἐπιστολὴ πᾶν ἂν παθοῦσα σιγῇ. ἀλλ’ ὅταν εἰς τὰ γράμματα βλέπῃς, ἡγοῦ καὶ ἐμὲ βλέπειν ἐκεῖνον τὸν πάντα σοι, τὸν ἐν Διονύσου, καὶ τὸν νέον δοὺς τὸ νῦν εἶναι τοῖς λόγοις ἀπάλλαξον τοὺς οἰκέ- τας τῆς διαχειρίσεως.