Ancient Greek · ~5 min
255.1 to 255.5
Libanius, Epistulae 1-839 255.1-5
Not analysed yet
Παλαιὸν ἔμοιγε τοῦτο τὸ πάθος τοῖς Ἑλλήνων ὀνό- μασι χαίρειν καὶ τοὺς <τοῖς> ἔξω τούτου συμφερομένους ἀδικεῖν ἡγεῖσθαι ῥητορικήν· ἠθύμουν δὲ πρότερον τὸν συνερῶντα οὐκ ἔχων οὐδ’ ὅστις ἦν ἕτοιμος κοινωνεῖν τῆς περὶ ταῦτα θήρας. ἤδη δέ τις καὶ κατεγέλασέ καὶ οὐ περὶ μειζόνων ἔφησέ με φροντίζειν ἢ οὓς ἔφησεν ἡ κωμῳδία σκοπεῖν περὶ τῶν τῆς ψύλ- λης ποδῶν. ὥστ’ εἴ μέ τι καὶ διέφυγεν, οὐχὶ θαυμάζω μόνον μὴ δυνηθέντα διὰ παντὸς ἐλθεῖν. ἀλλ’ ἐπειδὴ ἧκες ἡμῖν ἐξ Αἰγύπτου—καὶ πολλὰ ἀγαθὰ γένοιτο τῷ περιθέντι τὴν ἀ- νάγκην, ὃς σὲ ἐκάλεσε μὲν ἐπὶ δίκην, ἔδωκε δὲ ἄκων τῇ πόλει τοὺς ἐν σοὶ λόγους —ἐνταῦθα δὴ τῆς παροιμίας ἔτ’ ἄμεινον ᾐσθόμην, ὡς ἄρα σύν τε δύ᾿ ἐρχομένω μέγα ἀλλήλοις εἰσίν. ἀλλ’ ἴσως ἐνταῦθα οὐκ ἀλλήλοις, ἀλλ’ ἐμοὶ σύ. τὸ μὲν γὰρ ἐρωτᾶν ἐμὸν ἀεί, τὸ δὲ ἀποκρίνεσθαι γεγένηται σόν, ὥστ’ οἶ- μαί σε καὶ ἀποκναῖσαι τῷ τῶν ἐρωτημάτων πυκνῷ τῶν μὲν ἐν γραμματίοις πεμπομένων ἐπὶ συνουσίᾳ σοι τῶν νέων καθη- μένῳ, τῶν δὲ οἴκαδε σῖτον αἱρουμένῳ πολλάκις τὸ πολὺ δὲ ἐποίουν καὶ αἱ νιφάδες, ἡνίκ’ ἂν ἀλλήλοις ἐντύχοιμεν. οὐ γὰρ ἡμῖν οἱ λόγοι περὶ προσόδου τῆς ἀπὸ τῆς τέχνης οὐδ’ ὑπὲρ ἐδωδῆς καὶ τί δεδειπνήκαμεν καὶ τί μέλλομεν οὐδ’ ὅστις ἔξεισι τῆς ἀρχῆς καὶ διαδέξεται τίς. τουτὶ γὰρ οὐδὲν πρὸς τὰς Μούσας εἶναι δοκεῖ.