Ancient Greek · ~2 min
Letter 256
Libanius, Epistulae 1-839 256.3
Not analysed yet
δέο- μαι δή σου, μᾶλλον δὲ τοσοῦτον ὑπειπὼν εἶτα δεήσομαι. τὸν Ἄδμητον ὅταν εὑρίσκῃς σώζοντα τὸν ἐχθρὸν καὶ τοσοῦτον ἀπ- έχοντα τοῦ ποιῆσαι τὸν Θεμιστοκλέα κακῶς ὥστε καὶ συμ- πράττειν, ὅπως ἥξει τάχιστα οἷπερ ὥρμητο, καίτοι γε οὐκ ἦν ἄδηλον ὡς ἐν τῷ βοηθεῖν ἐκείνῳ λυπεῖν ἦν τοὺς ἐξαιτοῦν- τὰς, οἱ δὲ ἦσαν αἱ μέγισται Ἑλληνίδων πόλεων, ἀλλ’ ὅμως τὴν ἱκετείαν τοῦ δυσμενοῦς ᾐδέσθη μᾶλλον ἢ τὸν κίνδυνον ἐφοβήθη —πότερον οὖν τῇ φιλανθρωπίᾳ τὸν βασιλέα τῶν Μολοττῶν εἰς ἀναισθήτους τίθης ἢ θαυμαστὸν ἄγεις τῇ με- γαλοψυχίᾳ καί σοι δοκεῖ διὰ τοῦτο μᾶλλον ἂν εἰκότως ἢ τὴν ἀρχὴν μακαρίζεσθαι