Ancient Greek · ~2 min
267.3 to 267.4
Libanius, Epistulae 1-839 267.3-4
Not analysed yet
εἰκὸς δέ με τῶν ἐκεῖθεν ῥᾷον τυγχάνειν, οὐ μόνον ὅτι σὺ μέν μοι πάλαι φίλος, οἱ δὲ χθὲς ὡς εἰπεῖν ἔγνωσάν τε καὶ ἐγνώσθησαν, ἀλλ’ ὅτι καὶ πολίτην εὖ ποιήσεις ἐν οἶς ἐμοὶ χαριῇ. τοῖς δὲ τοῦτο οὐκ ἐγίγνετο. ἀλλ’ ὅπως μὴ βοήσῃς ἀκούσας χάριν. ἔστι γὰρ καὶ τὸ δί- τηροῦντα χαρίσασθαι τῷ μέγα ποιουμένῳ μὴ τῶν δικαίων ἔξω παθεῖν κακῶς. ὃ καὶ νῦν ἴσως ἔσται. τῶν πραγμάτων γὰρ ἀφιέντων, ἂν μὴ τὸ σὸν ἀντιστῇ, σοὶ τὴν χάριν οὐχ ἧτ- τον ἢ τοῖς πράγμασι σχήσομεν. καὶ οὕτως ἡ πόλις οὐδὲν ἀδι- κήσεται, σὺ δ’ ἡμῖν ἐν εὐεργέταις γεγράψῃ.