# Epistulae 1-839 268

Libanius, Epistulae 1-839, Letter 268. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/libanius/epistulae-1-839/268
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/libanius/epistulae-1-839/268
CTS URN: urn:cts:greekLit:tlg2200.tlg001:268

Ἐγώ σε οὔπω μὲν εἶδον, ἰδεῖν δὲ ἐπιθυμῶ, φιλῶ δὲ καὶ πρὶν ἰδεῖν· οὕτω πολλὰ καὶ καλὰ παρ’ ἀνδρῶν καλῶν τε καὶ ἀγαθῶν ἀγγέλλεται περὶ σοῦ. φιλοῦντα δὲ μὴ καὶ θαρρεῖν χά- ριν αἰτεῖν ἕν τι τῶν ἀτόπων ἡγούμην. αἰτῶ δή σε τονδὶ τὸν νεανίσκον, Ὑπερέχιος ὄνομα αὐτῷ, μετὰ πάσης ἡμερότητος δέξασθαί τε κα πέμψαι διὰ τάχους. τάχους γάρ, οἶμαι, δεό- μενος ἀφεὶς ἡμιόνων ζεῦγος ἵππον ἐλαύνει καὶ ταῦτα ἐλάτ- τονι τοῦ πόνου χρώμενος σώματι. ἀλλ’ ἐν σοί γέ ἐστι πολ- Λὰ τῆς ταλαιπωρίας ἀφελεῖν. ὃ ποιήσας, ὅ τι δυναίμην ἂν ὑπουργεῖν, ἐπίταττε. καλὸν δὲ οἶμαι τῆς τῶν γραμμάτων ἀρ- χῆς παρ’ ἐμοῦ γεγενημένης τὴν τῶν ἔργων γενέσθαι παρὰ σοῦ. οὕτω γὰρ ἂν εἰς ἴσον κατασταίημεν ἀλλήλοις, μᾶλλον δέ, καὶ οὕτω σὸν τὸ νικᾶν, εἴπερ ἀμείνω τῶν λόγων τὰ ἔργα.

---

Libanius, Epistulae 1-839. Text: Open Greek and Latin (First1KGreek), via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2200.tlg001.local001/.
