Ancient Greek · ~2 min
270.2 to 270.3
Libanius, Epistulae 1-839 270.2-3
Not analysed yet
τίς δ’ οὐκ ἂν αἰδεσθείη τὸ πρόσ- ωπον, τὴν φωνήν, τὴν σιγήν; ἐγὼ μὲν οὐκ εἶδον ἄνδρα οὕτω μετὰ τοῦ καιροῦ πάντα ποιοῦντα. καὶ θαυμάσιόν οὐδὲν εἶναι τοιοῦτον ὄντα Ἀρμένιον. οἶδε γὰρ ἡ ὑμετέρα φέρειν ἀνδρῶν ἀρετάς. σὺ μὲν οὖν ὅπως ἀμείψῃ τὸν πορθμέα, ζήτει, πάν- τως δὲ οὐδὲν δώσεις τοιοῦτον, ὃ ποιήσει σε μὴ προσοφείλειν· ἐγὼ δὲ μισθὸν ὀφείλειν ὁμολογῶ τοῖς νέοις καὶ ἀποδώσω δι’ οὓς οὗτος καὶ δεῦρο ἦλθε καὶ παρ’ ἡμᾶς εἰσῆλθε καὶ τῶν φίλων εἷς γεγένηται.