Ancient Greek · ~3 min
282.1 to 282.3
Libanius, Epistulae 1-839 282.1-3
Not analysed yet
Οὐκ ἄρα εἵμαρτο τῇ Βιθυνίᾳ τὴν χείρω τύχην ἀθάνα- τον γενέσθαι. διὰ τοῦτο ἦλθεν ἰασόμενος ὃς ἐπίσταται τοῦτο ποιεῖν. σὺ γὰρ ἄνθρωπον μὲν τεθνεῶτα οὐκ ἂν ἀναστήσαις, ὥσπερ ἐν μύθοις, πόλεις δ’ ἂν οἰχομένας πάλιν εἰς σχῆμα καταστήσαις πόλεων. ὃ δὴ νῦν ποιεῖς. λέγονται γὰρ ἀναβιῶ- ναι. καὶ κομίσαιντό γε τὸ πρότερον, ὦ θεοί, κάλλος ἅπαν. χαίρω δὲ διπλῇ, τῷ τε σὲ τὸν εὖ ποιοῦντα εἶναι τῷ τε Βιθυνοὺς τοὺς εὖ πάσχοντας εἶναι. σύ τε γὰρ παῖς ἐμὸς τό τε ἔθνος ἀντὶ πατρίδος ἐμοί. καὶ διῄειν ἄν σοι τήν τε ὑποδο- χὴν καὶ χρόνων ἐκείνων εὐθυμίαν, εἰ μὴ ἦν αὐτῷ σοὶ πρὸς ἄλλους εἰδότι λέγειν. ἣν οὖν εἶχον ἂν ἡδονήν, εἴ μοι τὴν ἐνεγκοῦσαν ὠφέλεις, ταύτην ἔχω νῦν, ἐπειδὴ τὴν οὐδέν μοι ταυτησὶ δευτέραν ὅπως οἵα πρότερον ἦν φανείη πάντα ποιεῖς.