# Epistulae 1-839 285

Libanius, Epistulae 1-839, Letter 285. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/libanius/epistulae-1-839/285
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/libanius/epistulae-1-839/285
CTS URN: urn:cts:greekLit:tlg2200.tlg001:285

Λητόιον ἐξ Ἀρμενίας νέον ἡ μήτηρ ἄγουσά μοι παρέ- δωκε μόνον ὄντα αὐτῇ. τούτῳ τε οὖν ἥσθην δυναμένῳ δέξα- σθαι λόγους, ἔστι γὰρ ὀξὺς ὁ πῶλος, τῆς τε μητρὸς ἐθαύμασα τὸ μήτε πρὸς δεύτερον γάμον ἰδεῖν καὶ ταῦτα οὖσαν ἑνὸς μητέρα βαδίσαι τε ὁδὸν τοσαύτην ἡγουμένην ἄμεινον αὐτῷ τὰ πάντα ἕξειν, εἰ τῆς τῶν πραγμάτων ἀρχῆς ἐπιμεληθείη παροῦσα. τοῦ μὲν οὖν αὐτὸν Ἕλληνας τελέσαι θεῷ τε καὶ ἡμῖν μελήσει, τοῦ δὲ αὐτῷ σωθῆναι τὸν οἶκον μελήσει μὲν τῇ μητρί, μελήσει δὲ <καῖ> Εὐσεβίῳ τῷ ζῶντι μετ’ τῆς, ὃς τῇ περὶ τὸ θεῖον σπουδῇ καὶ τὰς ὑπὲρ τούτων φρον- τίδας ἀνείλετο νομίζων προσήκειν ἀνδρὶ δικαίῳ βοηθεῖν ὀρ- φανῷ καὶ μὴ τοῖς βουλομένοις ἁρπάζειν ἐπιτρέπειν. ἀλλ ἡ μὲν προαίρεσις αὐτῷ καλή, γίγνοιτο δ’ ἄν τι καὶ ἔργον, εἰ τῆς σῆς ἀπολαύοι ῥοπῆς· ἀπολαύσεται δ’, εὖ τοῦτο ἐπίσταμαι, σοῦ τὰ ἡμέτερα μείζω ποιεῖν ᾑρημένου.

---

Libanius, Epistulae 1-839. Text: Open Greek and Latin (First1KGreek), via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2200.tlg001.local001/.
