# Epistulae 1-839 288

Libanius, Epistulae 1-839, Letter 288. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/libanius/epistulae-1-839/288
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/libanius/epistulae-1-839/288
CTS URN: urn:cts:greekLit:tlg2200.tlg001:288

Οἴμαι καὶ δάκρυσιν ὑπὸ σοῦ τετιμῆσθαι Καισάριον τὸν φαυλοτέραν δείξαντα τὴν Ἀρμενίαν τῇ τελευτῇ. τὴν μὲν γὰρ πόλιν καὶ δημοσίᾳ κείρασθαι ν·ομίζω πενθοῦσαν τὸν ὀρθό- πόλιν, εἶπεν ἂν Πίνδαρος. ἔστι δὲ καὶ τοῦτο μέρος οὐ μικρὸν τῶν κακῶν τὸ τὸν ἐκείνου παῖδα τῶν περὶ λόγους δια- τριβῶν ὑπὸ τῆς συμφορᾶς ἀφελκυσθέντα τρέχειν οἴκαδε φρον- τίδας φροντίδων ἀλλαξάμενον, τῶν νέῳ πρεπουσῶν τὰς προσ- ηκούσας πατρί. μᾶλλον δέ, οὐ πάντα δυστυχοῦσιν οἱ κεί- νοῦ τοῦ δαίμονος ἑτοιμάσαντος τῇ μελλούσῃ πληγῇ φάρμακον τὴν σὴν ἀρχήν. οὐ γὰρ ἄδηλον ὡς ἀγωνιῇ μικρὰν αὐτοῖς ἀποφῆναι τὴν αἴσθησιν τῆς τύχης τόν τε κείμενον αἰδούμε- νος καὶ ἡμῖν χαριζόμενος νομίζων τε οὐχ ἥττω σοι τοῦτο δόξαν τῶν ἄλλων ὧν ποιεῖς οἴσειν, εἰ οἶκον εὐδαίμονα κινού- μένον στήσαις. μεγίστη δὲ εὐεργεσία τὸ γενέσθαι πάλιν Εὐδοξίῳ παρ’ ἡμᾶς ἐλθεῖν, ὃ ποιήσειν μοι δοκεῖ τὴν παρὰ σοῦ πρόνοιαν ὁρῶν ἀρκοῦσαν ἀντὶ τοῦ μεταστάντος.

---

Libanius, Epistulae 1-839. Text: Open Greek and Latin (First1KGreek), via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2200.tlg001.local001/.
