Ancient Greek · ~3 min
298.4 to 298.5
Libanius, Epistulae 1-839 298.4-5
Not analysed yet
οὗτος ὁ Μάξιμος ξένος μοι γίγνεται πάλαι καὶ τοὺς υἱεῖς ἐνεχείρισεν. ὧν ὁ πρεσβύτερος ἀρετὴν ἐν νεότητι δείξας πολλὴν ἐμοί τε καὶ τοῖς αὑτοῦ γονεῦσι τὴν φιλίαν ποιεῖ, δι’ ἣν ἐκεῖνοί τε τἀμὰ τῶν αὑτῶν πρότερα ποιοῦνται παρ’ ἐμοί τε ταὐτὸ κρατεῖ. εὖ γὰρ ἴσθι, μᾶλλον εὐεργέτην ἄγω τὸν εἰς τἀκείνων σπουδῇ χρώμενον ἢ ὅστις ὑπὲρ ἐμοῦ κινδύνους αἱρεῖται. πιστεύω δὲ νῦν, εἴπερ ποτέ, ἐν τιμῇ τὸν ἄνδρα ἔσεσθαι. πιστεύω γὰρ αὐτὸς οὐκ ἐν φαύλῳ παρὰ σοὶ κεῖσθαι. τοῖς μὲν γὰρ οὐκ ἀγαθοῖς ἄρχουσι βραχὺς τῶν λέγειν ἐπισταμένων λόγος, βούλοιντο γὰρ ἂν τὰ αὑτῶν σιγᾶ- σθαι, τοῖς δὲ γενναίοις ὑμῖν λόγων δεῖ καὶ μάλιστα δεῖ, οἷς τὰ καλὰ τῶν ἔργων ἅπας ὁ χρόνος εἴσεται.