Ancient Greek · ~2 min
Letter 299
Libanius, Epistulae 1-839 299.2
Not analysed yet
Ἐλπίδιος δὲ ὁ τὴν τάξιν λιπών, εἰ δὲ βούλει, τὸν χορόν, ᾄδων γὰρ μεθ’ ἡμῶν γε καὶ ἐπ’ ἄλλον ἥκει χορὸν τὰς δίκας ἀντὶ τῶν νέων ᾑρημένος, ἐπειδὰν τῆς περὶ σοῦ μνήμης ἅψηται, πηδᾷ, κέκραγεν, ἀτεχνῶς κορυβαντιᾷ καί μοι δοκεῖ νῦν ἥδιστ’ ἂν τὸν Πήγασον ἐκεῖνον λαβὼν καὶ τῶν ὀρεωκόμων καὶ σταθμῶν ἀπαλλαγεὶς πτηνῷ τάχει παρὰ σὲ κομισθῆναι, τὸν δὲ Πήγασον ἀφεῖναι ἂν ἐκεῖ μοι δοκεῖ καὶ ζητῆσαι μυρίας εἰς βραδυτῆτα προφάσεις· οὕτως αὐτῷ τό γε σὸν ἐν πόθῳ καὶ φίλτρῳ. καὶ ζητῶν ἰδεῖν βούλοιτ’ ἂν ἔχειν, ἀλλ’ οὐκ ἀπελθεῖν.