Ancient Greek · ~3 min
310.2 to 310.5
Libanius, Epistulae 1-839 310.2-5
Not analysed yet
ἐγὼ δὲ χαίρω μὲν ὑπὸ σοῦ τιμώμενος, βουλοίμην δ’ ἄν σε τῶν σαυτοῦ τὸ μέγιστον μήτ’ ἀγνοεῖν μήτε εἰδότα δεύτερον ἄγειν ἑτέρου. μέγιστον δὲ τῶν σῶν ὁ πατήρ, καὶ μεθ’ ἡμῶν καὶ πρὸ ἡμῶν διεπλάττετό σοι τὴν ψυχήν. εἰ οὖν κόσμος μαθητῇ παιδευτὴς ἀγαθός, προ- τέρου μεμνήσῃ τοῦ πατρὸς, οὗ καὶ αὐτὸς εἶναι μαθητὴς ὁμο- λογῶν οὐκ αἰσχύνομαι. καὶ σὺ μὲν μειδιάσεις, τοῦτο δὴ τὸ σόν, τὸ πρᾶγμα δὲ οὐκ ἂν ἄλλως ἔχοι, τὸν θρόνον δὲ πείσω- μεν μὴ ἀγανακτεῖν ταυτὶ μὲν οὕτω δεδόχθω, τῶν δὲ πρὸς ἡμᾶς ἐπιστολῶν ἐξαίρει τὰ δοκοῦντα μὲν θεραπείαν ἔχειν, λυ- μαινόμενα δὲ τῷ κάλλει, ζητούμενα δὲ παρὰ τῶν πολλῶν. ἀλλ’ ἡμεῖς γε μὴ τῶν πολλῶν ἡμᾶς αὐτοὺς ποιῶμεν, ἀλλὰ πρὸς μὲν ἐκείνους τὸν ἐκείνων, ἐπειδήπερ ἀνάγκη, πρὸς δ’ ἡμᾶς τὸν ἡμέτερον φυλάττωμεν νόμον.