Ancient Greek · ~5 min
316.3 to 316.6
Libanius, Epistulae 1-839 316.3-6
Not analysed yet
συγγνώμην δὲ εἶχον, εἰ σοῦ κάμνοντος οἶνος ἐκράτει. καὶ γὰρ αὐτός εἰμι τῶν οἴνῳ δουλευόντων ἐν τῷ νοσεῖν. ὡς δ’ ἤκουσα κρουνοὺς ἱδρῶτος, ἀνέπνευσα. καὶ χάριν ἔχω τῷ μὲν Ἀσκληπιῷ τοῦ στῆσαι τὴν ἀσθένειαν, σοὶ δὲ τοῦ μηνῦσαι. κοινὴ γὰρ δὴ τῶν Ἑλλήνων ἑορτὴ τὸν τῶν Ελλήνων ἄκρον ἐρρῶσθαι. ὃ γὰρ ἐμὲ σὺ καλεῖς, αὐτὸς ὢν τυγχάνεις. λόγοις δὲ ἐμοῖς ὁμιλῶν εὐδαίμονά με ποιεῖς, εἰ δὴ τοσοῦτον ἐγώ. καὶ οὐκ ἐρῶ γε τὸ τῶν πολλῶν, ὅτι τὸν πατέρα τῶν λόγων φιλῶν, ἀλλ’ οὐ τοὺς ἐκγόνους ἐπαινῶν ὁμιλεῖς τοῖς λόγοις. σὺ γὰρ οὔτ’ ἂν φίλον μὲν δεξιόν, ῥήτορα δὲ μὴ δεξιὸν ῥήτορα προσείποις δεξιὸν οὔτ’ ἇι μὴ φίλον μέν, ῥήτορα δὲ ἀγαθὸν φαῦλον ἡγήσαιο ῥήτορα. πάντα γὰρ δὴ περικόπτων αὐτῶν γίγνῃ τῶν λόγων καἰ οὐχ ὧν εἰσιν, ἀλλ’ οἷοί τινές εἰσιν ἀξιοῖς ὁρᾶν, ὥστ’ ἤδη μεγάλα φρονῶ τῇ σῇ ψήφῳ πειθόμενος, ὡς ἄρα τις εἴην καὶ αὐτός. Τιτια- νὸς δὲ τῷ θέρει μέν, ὅσα εἰκὸς τῷ θέρει, χρήσθω, τοῦ χει- μῶνος δὲ παρ’ ἡμῖν ἴστω. καὶ προσαπτέσθω μὲν τῶν ἐμῶν, ἐπειδὴ τῷ πατρὶ δοκεῖ, τῶν δὲ τοῦ πατρὸς ἰχνῶν ἐχέσθω πλέον καὶ πρὸ τοῦ Νέστορος Πεισίστρατος θαυμαζέτω μηδένα.