Ancient Greek · ~2 min
320.1 to 320.2
Libanius, Epistulae 1-839 320.1-2
Not analysed yet
Ἄρχω γραμμάτων, οὗ μάλιστα ἐπεθύμεις, καὶ τοῖς ἔργοις, δι’ ὧν ᾔσθου με φίλον, προστίθημι τὸ ἐπιστέλλειν ἴσως οὐκ ἀτιμότερον παρὰ σοὶ τῶν ἔργων ἐκείνων. καὶ πρῶτον μέν σε βουλοίμην ἂν ἅπερ ἔγνωκας τηρεῖν, ἐγίγνωσκες δὲ ἄρα τὴν Ἀραβίαν εὐδαίμονα ποιεῖν πάνυ φαύλως ἔχουσαν ὑπὸ τῶν οἴκαδε τἀκείνης ἑλκόντων ἀγαθά. ἀλλὰ σὺ πενέστερος ἐπὶ τῆς ἀρχῆς ἔσῃ πρὸ τοῦ χρυσίου τὸ ἐπαινεῖσθαι ποιούμε- νος.