Ancient Greek · ~1 min
325.2 to 325.3
Libanius, Epistulae 1-839 325.2-3
Not analysed yet
ἀναμιμνησκόμενος οὖν, ὅπως ἤλγεις προπέρυσι τῷ τῆς γυναικὸς ἀφεστάναι, ἐφ’ οἶς σε τότε οὐκ ἐπῄνουν, νῦν ἐπαινεῖν οὐκ ἔχω πρὸς ἀξίαν· οὕτω μέγα ἐπόθεις. σκόπει οὖν ὅπως ἔσῃ ταχέως πατήρ, ἴν’, ἐπειδή με ἐτίμησας τῷ τὴν γυναῖκα δειΜ, ἔχοιμί σε ἀμείψασθαι τοῖς περὶ τοὺς παῖδας πόνοις.