Ancient Greek · ~2 min
327.1 to 327.2
Libanius, Epistulae 1-839 327.1-2
Not analysed yet
Μή σοι φαινέσθω καθ’ ἡμῶν ἔγκλημα τὸ πολλὰ παρὰ σοῦ λαβόντας γράμματα μὴ τοσαῦτα ἀντεπιστεῖλαι. σὺ μὲν γὰρ ᾐόεις, οὗ καθημένοις ἐπέστελλες, ἡμῖν δὲ οὐκ ἦν ταὐτὸ πρὸς ἄνδρα ὁδῷ χρώμενον, ὥοθ᾿ ὁ γράφων τηνάλλως ἔγρα- φεν ἄν. τὸ δὲ ἐλθεῖν Ἀθήναζε καὶ ταύτῃ κουφίσαι τὴν λύπην. εἴτε αὐτὸς ἰδὼν εἴτε ἄλλῳ πεισθεὶς ἐποίησας, ἐπαινῶ· μέγα γὰρ εἰς τὸν λοιπὸν βίον τὸ μὴ τὴν πόλιν ἀγνοεῖν. καίτοι δέδοικα μὴ τῶν ἀετῶν πεῖραν λαβὼν ὑπερίδῃς τῶν κολοιῶν.