Ancient Greek · ~3 min
331.1 to 331.2
Libanius, Epistulae 1-839 331.1-2
Not analysed yet
Ἐπανήκων ἡμῖν ὁ Σπεκτάτος ἀπὸ τῆς πρεσβείας πολ- λοῖς ἔσοξεν εὐδαίμων εἶναι τοῖς μέν, ὅτι πολλὴν εἶδε γῆν καὶ ὄρη καὶ ποταμούς, τοῖς δ’, ὅτι τὴν Περσῶν δίαιταν καὶ ἔθη καὶ νόμους ἐν οἷς ζῶσιν. οἱ δὲ τὴν αὐτοῦ τοῦ δυναστεύοντος θέαν καὶ τῶν λίθων οἷς ἐκεκόσμητο μέγα ἦγον, τοῖς δὲ σε- μνὸν ἐδόκει τὸ δόντα δῶρα λαβόντα ἀπελθεῖν. ἐμοὶ δὲ καὶ ταῦτα μὲν ἔχειν τινὰ χάριν ἐφαίνετο, κάλλιστον δὲ τὸ δείξαντα ῥήτορος δύναμιν ἐν Σούσοις ἐπανελθεῖν. καίτοι γε ᾤυην αὐτὸν ἀποβεβληκέναι τουτὶ τὸ σθένος πολὺν ἤδη χρόνον ἀπὸ τῶν βιβλίων μετενηνεγμένον ἄλλοσε, τῷ δ’ ἄρα ἐνέμενεν ἐπὶ τοῦ ἤθους ἡ δεινότης.