Ancient Greek · ~4 min
348.3 to 348.6
Libanius, Epistulae 1-839 348.3-6
Not analysed yet
ὠς δὲ ἐν θαυμάζουσιν οὐ τοῦτο ἐποίουν μόνος, οἱ δὲ ἐζήτουν ἀνθ’ ὅτου, τοὺς γενναίους ἔφην ἐπειδὰν εὕρω τι γενναῖον δρῶντας, οἷον ἣ τὸν Θέτιδος υἱὸν ἣ τὴν Ἀθηναίων πόλιν, ἃ προσεδόκων ὁρῶν οὐκ ἀνίσταμαι πρὸς βοήν, ἐπεί τοι καὶ πρὸ τῆς κλήσεως, εἴ τις ὃν καλέσεις ἤρετό με, τοῦτον ἂν ὃν κέκληκας εἶπον. ἔμελλες γὰρ δή- που ζητήσειν ἀγχίνουν, ῥητορικόν, εἰδότα πονεῖν, εἰδότα φι- λεῖν, εἰδότα λέγειν, ἐπιστάμενον σιγᾶν, πάλαι δὴ πεπαιδευ- μένον πενία συνοικεῖν. ταῦτα δὲ ἡμῖν ὁ Τουσκιανὸς οὗτος, ὃς ἧκεν ἡμῖν σοῦ πέμποντος. ἤδη γὰρ εἴσεισιν ὧν ἐρᾷς. ταῦτα δέ ἐστιν ἐγκλήματα. ὡς δ’ οὖν ἧκε καὶ διηγήσατο τῆς ἀρ- χῆς τοὺς νόμους, ἥσθην μὲν ἄνδρα φίλον ἰδών, ἐφ’ ᾧ δὲ ἦχοι μαθεῖν ἐθέλων ἤκουον. ἆρ᾿ ἂν ἀνάσχοιο τιμωμένης τῆς Ἀληθείας; οὐδὲν ἱερόν φασι. καίτοι Τουσκιανὸς ἐσέμνυνε τοῦ πράγματος τὴν φύσιν, εμοὶ δὲ ἐδόκει τῆς Τουσκιανοῦ φύσεως οὐκ ἄξιον εἶναι τὸ πρᾶγμα. καὶ μαχόμενον ἐξήλεγχον. τοὺ χειμῶνος δὲ μεσοῦντος δέλτος ἧκε φέρουσα αὐτῷ πλείω τροφήν, εἰ δὲ βούλει, καὶ αξίωσιν, καλὰ μέν, ἀλλ’ ἔτι τῆς σῆς δυνάμεως καὶ τῆς ἐμῆς ἐπιθυμίας ἐλάττω.