Ancient Greek · ~2 min
351.3 to 351.4
Libanius, Epistulae 1-839 351.3-4
Not analysed yet
τοιαῦτα ᾄδομεν ἐρίζοντες ὅστις ἐρεῖ πλείω, καὶ τὸ μέγιστον, μεί- ζων ἡδονὴ περὶ σοῦ τι κάλλιον εἰπεῖν ἢ παρ’ ἄλλων ἐπαίνου τυχεῖν· οὕτως ἕκαστος πρὸ αὑτοῦ σε πεποίηται. τὸ μὲν οὖν ἥδιον ἦν αὐτὸν ἔχειν ὁρᾶν, μικρὸν δὲ οὐδὲ ὁ δεύτερος πλοῦς, ἐπιστολὴν τὴν μὲν πέμψαι, τὴν δὲ λαβεῖν. μόνος δὲ σὺ καὶ μὴ γράφων οὐκ ἀνιᾷς. οὐδὲ γὰρ τοῦτο μεταβολῆς σημεῖον, ἀλλὰ καὶ σιγῶν θαρρεῖν δίδως τοῖς φίλοις ὡς τῆς γνώμης ἐν ὁμοίῳ μενούσης.