# Epistulae 1-839 355

Libanius, Epistulae 1-839, Letter 355. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/libanius/epistulae-1-839/355
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/libanius/epistulae-1-839/355
CTS URN: urn:cts:greekLit:tlg2200.tlg001:355

Ὅν ἐζήτουν ἔχω παῖδα σὸν καὶ παῖδά γε τοιοῦτον, ἐπι- τήδειον τοῦτο λαβεῖν ἐφ’ ὅπερ ἥκει. ὡς γὰρ διεκωδώνισα τὸν νεανίσκον καὶ προσῆγον βάσανον τῇ φύσει, ταχεῖαν εὕρισκον ἁρπάσαι λόγων ὁδούς. καὶ πρὸς Ἀχίλλιον — ὁ δὲ ἀνὴρ ἐξ Ἀγκύρας ὢν τὰ μὲν εἰκότα τῇ πατρίδι πεπλήρωκεν, υἱεῖ δὲ τῇδε πάρεσαν, ὃν ἔχει μόνον — πρὸς δὴ τὸν ἄνδρα τοῦτον ἴφη ὅτι Παρνάσιος ἡμῖν ἀγαθοῦ ῥήτορος ἔσται πατὴρ. ἃ δὲ ἀνεμίμνησκες ἡμᾶς μουσεῖά τε ἐκεῖνα διεξ- ιὼν καὶ τοὺς ἐν Ἀγκύρᾳ λόγους, οὔπω τοῖς γράμμασιν ὁμιλῶν ἔλεγον πρὸς τὸν υἱόν. ὁ δὲ ἔφασκεν ἅπερ ἤκουσεν ἐγγεγράφθαι. τοσαύτη παρ’ ἐμοὶ μνήμη τῶν ἐκ ταὐτοῦ κρατῆρος π πεπωκςοτων ἄλλως τε καὶ Γαλατῶν, οἷς ἀεί τι παρ’ ἐμοῦ πλέον, ὥστ’ οἴκοθεν οἴκαδε τοὺς σαυτοῦ πέμπεις καὶ οὐ σὲ δεῖ μᾶλλον ἐμὲ παρακαλεῖν εἰς τὰ σὰ ἢ παρ’ ἐμοῦ σὲ κινεῖ- σθαι τῶν σαυτοῦ φροντίζειν.

---

Libanius, Epistulae 1-839. Text: Open Greek and Latin (First1KGreek), via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2200.tlg001.local001/.
