# Epistulae 1-839 356

Libanius, Epistulae 1-839, Letter 356. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/libanius/epistulae-1-839/356
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/libanius/epistulae-1-839/356
CTS URN: urn:cts:greekLit:tlg2200.tlg001:356

Ἀλλὰ καὶ τοῦθ’ ἡμῖν ἐν μεγάλῃ δωρεᾷ τὸ μνησθῆναί τι τῶν δεηθέντων καὶ ζητῆσαι τὰ γράμματα καὶ προελέσθαι δοῦναι καὶ τὸ μὴ δεδυνῆσθαι δηλῶσαι. τοιαῦτα γὰρ δὴ τὰ σὰ πρὸς τοὺς ὑπηκόους φάρμακα· ἢ δίδως αἰτηθεὶς ἢ τοῦ πράγ- ματος οὐκ ἐῶντος ἀχθόμενος τῷ κεκωλῦσθαι τοὺς οὐ τυχόντας εὐφραίνεις ὥσπερ λαβόντας. καὶ νῦν οἱ ζητοῦντες τὸν σῖ- τὸν ἀντ’ ἐκείνου τὴν ἐπιστολὴν ἔχοντες Αἴγυπτον ὅλην ἠγοῦν- ται κεκαρπῶσθαι. πρὸς δὲ τοὺς εἰδότας σε καλῶς τί χρῆν ὀμνύειν ὡς ἔδωκας ἂν ἡδέως; ὁ γὰρ δὴ περὶ τῶν τοιούτων ὅρκος ἡμῶν ἂν εἴη περὶ σοῦ πρὸς ἄλλους, ἀλλ’ οὐ σοῦ πρὸς ἡμᾶς· οὕτως ἴσμεν ὡς ἔδωκας ἂν ἡδέως. θάρρει δὴ περὶ τοῦ μέλλοντος· οὐ γὰρ ἀνήσομεν αἰτοῦντες, ἕως ἂν δοὺς ἀπόθῃ τὴν ἀπὸ τοῦ μὴ δοῦναι λύπην.

---

Libanius, Epistulae 1-839. Text: Open Greek and Latin (First1KGreek), via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2200.tlg001.local001/.
