Ancient Greek · ~2 min
357.3 to 357.4
Libanius, Epistulae 1-839 357.3-4
Not analysed yet
τούτῳ γένος ἐστὶ παρ’ ὑμῖν, πάντες ἐπιεικεῖς καὶ πένητες καὶ δεόμενοι γνῶναι τὴν πόλιν, ὡς οὐκ ἠμέληνται παρὰ σοί· τὸ γὰρ δὴ μικρὸν τοῦτο μέγα τοῖς ἀσθενέσι πρὸς τοὺς εὐπόρους. κατ’ ἄμφω δὴ δοῦναί σε δεῖ τὴν χάριν, εἴτ’ ἔσωσας οὓς ἔμπροσθεν ἠξίουν εἴτε μή. τὸ μὲν γὰρ ἂν εἴη τὸν αὑτοῦ νόμον τηροῦντος, τὸ δὲ λύοντος αἰτίαν τῷ τελευταίῳ.