Ancient Greek · ~2 min
360.2 to 360.3
Libanius, Epistulae 1-839 360.2-3
Not analysed yet
ἐγώ σε τὸ πρῶτον ἡγούμενος εἰς Ἰταλίαν τρέχειν ἔπεμπον ἐκεῖσε γράμματα. Πρόκλος <δὲ> α ὁ κομίζων. μικρὸν ὕστερον ἔμαθόν <σε> α Ἀθήνησιν εἶναι διενοούμην πέμπειν Ἀθήναζε, σὺ δὲ ἐκ Μακεδονίας ἐπέστελ- λες. πάλιν Ἀθήνηθεν γράφεις. τί τις ἂν ποιήσειε πρὸς τοσαῦ- τα πτερά; ἀλλ’, ὦ πολλὰ μὲν ἀθυμήσας, πολλὰ δὲ ὑπο- μείνας, ἀφεὶς τὸ ἐπιστέλλειν αὐτὸς φάνηθι νομίσας ταύτην εἶναι τὴν φωνὴν τῶν σῶν ἀγρῶν τῶν ἔτι μὲν καλῶν, σοῦ δὲ ἀπόντος χρόνον μακρὸν ἴσως ἀκουσομένων τι καὶ ἄλλο.