Ancient Greek · ~2 min
362.1 to 362.2
Libanius, Epistulae 1-839 362.1-2
Not analysed yet
Οἶσθά που Μάρκελλον ἀπὸ τῆς τέχνης καὶ ἔτι γε προ- τερον ἀπὸ τῶν τρόπων· οὐ γὰρ μᾶλλον ἀγαθὸς ἰατρὸς ἢ χρηστὸς ἀνήρ σὺ μὲν οὖν · αὐτοῦ τὴν τέχνην ἐν ἄλλων ἔγνως σώμασι καὶ οὕτω γε τὰς ἁπάντων ἰατρῶν μανθάνοις· ἐγὼ δὲ αὐτὸν εἶδον ἐν τοῖς ἐμαυτοῦ κακοῖς, ἀφ’ ὧι με ἐξίλ- κύσεν ἤδη βεβαπτισμένον. εἰ γὰρ μὴ οὗτος ἐκοίμισε τὸ νό- σημα τῆς κιφαλῆς, ἢ ἐτεθνήκειν ἂν ἢ ζῶν ἂν ἐπενθούμην, ὅτι μὴ ἐτεθνήκειν.