Ancient Greek · ~3 min
365.1 to 365.3
Libanius, Epistulae 1-839 365.1-3
Not analysed yet
Ταύτην ἔδει τὴν ἐπιστολὴν ἔπαινον εἶναι τῶν εἰς Ὁνω- ράτον ὑπὸ σοῦ πεπραγμένων, ἡ δὲ ἔρχεται παράκλησιν ἔτι φέρουσα. καὶ τοῦτο μὲν δὴ μέτριον, ἐκεῖνο δὲ ἄξιον δεῖσαι μὴ καὶ ἡ μετὰ ταύτην ταύτην μιμήσηται. καίτοι τί μαθὼν οὐκ ἐπιτελεῖς ἅ γε ὑπέσχου; πότερον ὡς τὸ ψεύδεσθαι καλόν; οὐ σόν γε τὸ ἐπαινέσαι ψεῦδος. ἀλλ’ ὡς ἐλάττων σοι δύναμις ἧς αἰτοῦμεν χάριτος; καὶ μὴν ἐγέλας οὐδὲν σπουδῆς ἀνιέντος τοῦ Κυρίνου καὶ παρεδήλους ὡς τά γε τηλικαῦτα κἂν καθεύ- δῶν χαρίζοιο. ἔτι τοίνυν δοῦναί σε ἔσμεν ἑτοίμως χαριζό- μενον δεομένῳ καὶ διωθούμενον ἀναγκάζοντα. λείπεται οὖν ὡς μὴ φιλούντων ἀμελεῖν. ἀλλ’ ὅταν τοῦτο περὶ τῆς μητρὸς εἵπης, καὶ καθ’ ἡμῶν ἐξέσται σοι.