Ancient Greek · ~5 min
37.1 to 37.4
Libanius, Epistulae 1-839 37.1-4
Not analysed yet
Μικροῦ τὸν δεσμὸν ἀπορρήξας, ὁ δέ ἐστι νέοι καὶ τέχνη καὶ τὰ τοῦ διδάσκειν κακά, μετὰ τῶν βελτίστων τουτωνὶ τῶν ἑλκομένων ἧκον· τοσοῦτος ἐμέ τε καὶ τὴν πόλιν ἔσεισε φόβος. ἔστι γὰρ οὖν ἄνθος τῆς πόλεως ἡ τούτων οἰκία. Λογιζόμε- νοι δέ, τίς ἦν ὁ καλῶν καὶ παρ’ ὃν ἥξουσι, πείθειν εἴχομεν ἡμᾶς αὐτούς, ὡς ἄρα αὐτοὺς δέχεται λιμήν, οὐ σκόπελος. ὥστε ἀνεπνέομεν πρὸς ἀλλήλους λέγοντες· τί δ’ ἂν γένοιτο κακὸν ἀπὸ τοῦ καλοῦ Μοδέστου; καλὸν δὲ εἶναί σε τοῖς τε ὅλοις πειθόμεθα καὶ μάλιστά γε δὴ τούτοις αὐτοῖς ὧν τὰ παρόντα μέρος. πρᾶγμα γὰρ παραλαβών, ὃ πεσὸν εἰς χεῖρας ἄρχοντος τέρψιν τινὰ τὸ κακῶς ποιεῖν ποιουμένου πολλὴν ἂν ἤγειρε φλόγα. γαλήνην ἀπέφηνας τὴν προσδοκωμένην ζάλην τοῖς μὲν δοὺς ἀναβάλλεσθαι, τοὺς δὲ ὅλως ἀπαλλάξας ἐπί τε τοὺς ὀρφανοὺς οὐκ ἐάσας ἁρπαγὴν κωμάσαι σὺ καὶ τὴν τούτων οὓς νῦν ἔχεις ἀδελφὴν ἐδάκρυσάς τε ἀγομένην καὶ ηὔξω τε ἡμῖν ἀποσωθῆναι καὶ τάχα οὐκ ἀτυχήσεις. γενοῦ δὴ καὶ τούτοις ἀνθ’ Ἑρμιόνος καὶ τὴν γνώμην ἢ ἐνεστήσω νόμισον νόμον. τοὺς μὲν γὰρ ἄλλους ἀλλοτρίοις παραδείγμασι παιδεύομεν, σὺ δὲ ἂν τοῖς σοῖς ἀκολουθήσης, πάνθ’ ἡμῖν εὖ κείσεται.