Ancient Greek · ~2 min
376.1 to 376.2
Libanius, Epistulae 1-839 376.1-2
Not analysed yet
Διανίῳ μήτηρ τέ ἐστι καὶ πατρὶς ἣν οἶσθα. τῇ μὲν οὖν μητρὶ καλούσῃ μὴ πείθεσθαι οὐκ εἶχεν, ἡ πατρὶς δὲ ἡδὺ μὲν αὐτῷ, διότι πατρίς, φοβερὸν δὲ διὰ τὸ προσδέχεσθαι λειτουρ- γιῶν ἀνάγκας ἐν πενίᾳ. ἐπεὶ οὖν τῇ τε μητρὶ δεῖ χαρί- σασθαι καὶ αὐτὸν μὴ κακῶς παθεῖν, ἔδοξέ μοι δεῖν ὡς σὲ πρῶ- τον τὸν ἄνδρα ἐλθεῖν, εἶτ’ ἐκεῖθεν τὴν τῆς Ἀθηνᾶς προσλα- βόντα ῥοπὴν οὕτως ἤδη πανταχῆ χωρεῖν· μετὰ γὰρ δὴ ταύ- της τῆς θεοῦ καὶ τὴν Στύγα ἂν διαφύγοι.