Ancient Greek · ~2 min
376.4 to 376.5
Libanius, Epistulae 1-839 376.4-5
Not analysed yet
ἄνευ δὲ τῶν ἄλλων εὖ ποιήσεις ἄνδρα, παρ’ ᾧ πολλοὺς τῶν σαυτοῦ λόγων εὑρήσεις, οὐκ ἐν πήρᾳ γε τούτους οὐδὲ ἐν βιβλίοις, ἀλλ’ ἐν μνήμη καὶ τῇ ψυχῇ κειμένους, τούς τε ἄλλους καὶ δι’ ὧν ἔδειξας ὅτι σὺ ἐγένου πρεσβευτής. τὸν δὲ λόγον τοῦ- τὸν Δομέτιος μὲν ἡμῖν ὡς οὐκ εἰδόσιν ἐκόμιζεν, εὗρε δὲ εἰδό- τας οὐ χεῖρον ἢ ὁ πατήρ. εἰποιμι δ’ ἂν αὐτὸν καὶ ἐμαυτοῦ παῖδα πολλαχόθεν ἀδελφὸν ὄντα τῶν ἐμῶν. ἀληθῆ τε γὰρ ἐρῶ καὶ οὐκ ἀηδῆ Θεμιστίῳ.