Ancient Greek · ~2 min
377.3 to 377.4
Libanius, Epistulae 1-839 377.3-4
Not analysed yet
ἐγὼ δὲ ἐλθόντα μὲν έκεῖσέ <σε> α ταῦτα ποιεῖν ἠξίουν, τοῦ δὲ ἐλθεῖν τὸ μένειν οἴκοι βέλτιον ἄγειν. ὅτῳ γὰρ γυνὴ μὲν ἀγαθὴ καὶ νέα, παῖδες δὲ οὐδέπω, μεγάλα δὲ τὰ ὄντα καὶ ὅσα ἂν εἰς εὐδαιμονίαν ἀρκέσαι, τί δεῖ τοῦτον ἀφέντα τὰ μὲν φυλάττειν, κληρονόμους δὲ ἐκ τοῦ σπέρματος ἑτοιμάζειν, ἄλλο τι θαυμά- ζεῖν; ἐμοὶ μὲν οὖν ταῦτα πάλαι <τε> α ἐδόκει συμφέρειν νῦν, σὺ δὲ ὡς μὲν ἐπανήξων τῷ θέρει τὴν ἔξοδον εὕρου, λαβό- μενος δὲ Παιόνων τὰς συνθήκας ἠτίμασας.