Ancient Greek · ~2 min
385.1 to 385.2
Libanius, Epistulae 1-839 385.1-2
Not analysed yet
Ἥδιστον ἡ Ἑλλὰς θέαμα. τούτου μετέσχες. οὐ χεῖρον ἡ Αἴγυπτος. καὶ τούτου προσαπολέλαυκας. λείπεται δὴ τῇ μὲν οἰκεία σαυτόν, σαυτῷ δὲ ἀποδοῦναι τὴν οἰκείαν, ἣν εἰ καὶ μὴ πρότερον ἐτίμας, Ἕλλησί γε συγγεγονὼς θαυμάζοις ἂν εἰκό- τως. εἰ μὲν οὖν ἐγνωκὼς φιλοσοφεῖν ἡγῇ σοι τοῦτο ἂν γενέσθαι παρ’ Αἰγυπτίων, μηδεὶς ἴστω λόγος μήτε χρυσοῦ μήτε γῆς ἀρίστης μήτ’ ἀνδραπόδων μήτ’ οἰκίας, ἀλλ’ ἔστω πατρὶς ἡ τὸν καλὸν ἔρωτα πληροῦσα· εἰ δὲ μεῖζον ἡμῶν ἐκεῖνο τὸ πέλαγος, συνέχωμεν ἃ πατὴρ φιλοπόνως ἀσκήσας παρέδωκεν.