Ancient Greek · ~3 min
386.10 to 386.12
Libanius, Epistulae 1-839 386.10-12
Not analysed yet
ἐγὼ μὲν οὖν ἐμεμψάμην τὴν ἐπιστολήν, ἐκεῖνος δὲ τὴν ἐμὴν οὐκ ἐμέμ- ψατο προθυμίαν. ἀπὸ τούτων ἐγνώκειν μὲν σιωπᾶν, τί γὰρ δεῖ μὴ βουλομένῳ γράφειν; Μαρτιάλης δὲ κελεύων οὐκ ἐπέ- τρεπεν ἀρνεῖσθαι. σὺ δὲ ἂν μὲν τὴν οὖσαν ἐθέλῃς αἰτίαν εἰπεῖν, ἥ σε μετέστησεν, οὐκ ἂν δέοιο μακρῶν λόγων· κρύ- πτων δὲ ἐκείνην ἀεὶ μὲν ἐρεῖς, ἀεὶ δὲ δεήσῃ λόγων. οὕτως οὐ λύσεις τὴν αἰτίαν. βούλει μαθεῖν ἃ τοῖς φίλοις εἰκά- ζοῦσι παρέστη; νομίζουσιν Εὔρυμόν τινα ταῦτα εἰργάσθαι. ὁ δὲ Εὔρυμος ἐκεῖνος διέβαλλε τῷ Κάστορι τὸν ἀδελφόν, ἀλλ’ οὐχ ὁ Κάστωρ ἐσίγησεν, ἀλλ’ ὁ μὲν ἔφρασεν, ὁ δὲ Πολυδεύ- κης ἀγαθὸς ἐγένετο πύκτης ἐπὶ τὸν Εὔρυμον.