Ancient Greek · ~2 min
411.2 to 411.4
Libanius, Epistulae 1-839 411.2-4
Not analysed yet
καὶ δέδοικα δὴ μή σοι δια- βάλλῃ τὸν τρόπον, καίτοι Κλημάτιος ἐν ἐπαίνῳ τῷ περὶ σοῦ ταύτην ἀπήγγειλε τὴν σπουδήν, κατήγορος δὲ ὢν οὐκ ἡπί- στατο. δεικνύντος δέ μου ὅτι τὰ ἀδικήματα θαυμάζοι, κάλει φησίν, ὅ τι ταῦτα ἐθέλεις· ὡς ἡμῖν γε ἀρέσκει καὶ πεπράξεται. καὶ έμοὶ τοίνυν ἔφην ἐξέστω μὴ νο- μίξειν ἡμᾶς φίλους μηδὲ εἰς ταὐτὸω ἰέναι. ταῦτα ἀκού- σὰς ἔφη λήξειν. παῦσαι δὴ καὶ σὺ τῆς φιλονεικίας καὶ φρόνησον Ἑλληνικόν τι. πρέποι δ’ ἂν ἥκοντος Ὀλυμπίου τοῦ φέροντος ὑμῖν ἐπὶ τῆς ψυχῆς πάντα τὰ Ἑλλήνων καλά.