Ancient Greek · ~2 min
432.7 to 432.9
Libanius, Epistulae 1-839 432.7-9
Not analysed yet
ἀλλὰ τὴν μὲν δυσκολίαν ἐφέρομεν εἴτε ὡς ἁμαρτόντες εἴτε ὡς ἀτυχοῦντες, τὰ νῦν δέ σου γράμματα ἀκριβῶς φιλοῦντες καὶ τοὐμόν, οὐ τὸ σαυτοῦ σκοποῦντες. καὶ δὴ καὶ οὕτω ποιήσομεν. ἀρ- χέτω μὲν ὁ βουλόμενος παρ’ ὑμῖν, ἡμῖν δὲ τῇδε καὶ ἄρχεσθαι τῶν ἡδέων, εἰ καὶ πάντες ἡμῖν ἀφίστανται τῆς ἀρχῆς. ὁ βα- σιλεὺς δὲ γρίφων τιμᾷ μέν, ἀναστήσει δὲ ἥκιστα κίνδυνος γὰρ ἡμῖν καὶ εἰς ἀγορὰν ἐμβαλεῖν. οὕτω μία σωτηρία τῷ σώ- ματι τὸ ἡσυχάζειν. Κλημάτιος δέ, ὅσπερ κάμνοντι παρῆν, καὶ ἀπαγγεῖλαι δύναιτ’ ἂν αὐτό τε τοῦτο καὶ τἄλλα πολλά τε καὶ ποικίλα.