Ancient Greek · ~2 min
435.12 to 435.13
Libanius, Epistulae 1-839 435.12-13
Not analysed yet
οὕτως ἡμῖν ἀνήρτησαι τὸν καλὸν Κλημάτιον, καὶ ὁμολογῶν ὅτι σοι δέδωκεν αὑτόν, ἀγάλλεται. συνελθόντες δὲ ὅπως <μὴ> κινήσετε τὸν βασιλέα τὰ συνήθη ταῦτα· ὁ σοφιστὴς ἐπανίτω, μὴ μελλέτω, ἐκεῖ μὴ ἔστω, ἐν Θρᾴκη ἔστω. γελᾶτε, ὦ βίαιοι, πρὸς τὰ ῥήματα, ἀλλ’ ἐγὼ κλαίω, εἴ με δεήσει διὰ φί- λῶν φιλονεικίαν φεύγοντα ψῦχος εἰς βόρβορον ἐμπεσεῖν. ὅ τι δὲ ὁ βόρβορός μοι νοεῖ, Κλημάτιός σε διδάξει.