# Epistulae 1-839 440

Libanius, Epistulae 1-839, Letter 440. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/libanius/epistulae-1-839/440
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/libanius/epistulae-1-839/440
CTS URN: urn:cts:greekLit:tlg2200.tlg001:440

Τῶν ἐκεῖθεν ἀνιόντων ἕκαστον ἐρωτῶμεν, ὅπως ἔχει σοι τὸ σῶμα. περὶ γάρ τοι τῆς ψυχῆς οὐκ ἂν ἐροίμεθα εἰ χρηστή τοῦτο γὰρ κἂν πρὸς ἄλλους εἴποιμεν. ἀκούοντες δὲ ὡς ἔρ- ρωσαι χαίρομέν τε καὶ προσέτι θαυμάζομεν εἰ εἰδὼς ἡλίκον τι κακὸν τὸ ἀρρωστεῖν καὶ ὡς μάλιστα πρᾶγμα τῆς ἡσυχίη δεό- μενον, ἐμέ γε ταύτης ἀφαιρῇ τῆς ἡσυχίας κεκυκλωμένον νο- σήμασιν. ὁ γὰρ ἔχων μὲν κωλῦσαι μὴ τοιαῦτα περὶ ἐμοῦ γρά- φεσθαι, γράφεσθαι δὲ ἐπιτρέπων αὐτός ἐστιν ὁ τὰς ἀνάγκας προσάγων. ἀλλ’, ὦ πρᾳότατε, μήτ’ ἐμὲ περιίδης ἐκ τῆς κλί- νης ἀποσπώμενον τῷ τε ὁριστῷ βασιλεῖ χάρισαι τὸ μηδὲν ἀνά- ξιον τῆς αὑτοῦ γνώμης εἰς ἄνδρα πράττεσθαι πολλὰ εἰς ἐκεῖ- νον ᾄσαντα. τῷ πολίτῃ δὲ ἡμῶν Ἀντιόχῳ στέφανον φέροντι τοῦ ἀγῶνος ἐπώνυμον τῷ Διὶ πάντα γενοῦ νομίζων ἐν τούτῳ τήν τε πόλιν εὖ ποιεῖν καὶ τοῦ Δῖός τὴν φρένα τέρπειν μᾶλ- λον ἢ τῶν Ἑλλήνων οἱ περὶ Τροίαν μέλποντες τὸν Ἀπόλλω.

---

Libanius, Epistulae 1-839. Text: Open Greek and Latin (First1KGreek), via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2200.tlg001.local001/.
