Ancient Greek · ~5 min
441.1 to 441.6
Libanius, Epistulae 1-839 441.1-6
Not analysed yet
Ἴσως μὲν ἐμοὶ καὶ πρὸς τὰ παρόντα βοηθεῖν ἐθελήσεις ἐμέ τε σώζων διὰ τέλους καὶ τὰς ἔμπροσθεν εὐεργεσίας· εἰ δέ υε δεῖ καὶ τοῦτο ἀτυχῆσαι τὸ τὴν σὴν γνώμην ἑτέραν γεγο- ἕναι, τάς γε πρὸ τοῦ βοηθείας οὔποτε ἐκβαλοῦμεν τῆς ψυχῆς, ἀλλ’ ἐκείνας μὲν τῇ σῇ φύσει λογιούμεθα, τὴν δ’ αὖ μεταβο- Λὴν δαίμονι δυσκόλῳ. καίτοι πρὸς τῶν πόνων, οὓς ἐπό- νησας ὑπὲρ Ἑλλῄνων τε καὶ φίλων, θὲς μὲν ἐρρῶσθαί μοι τὸ σῶμα, βελτίω δὲ τήνδε ἐκείνης ἡγούμενόν με φεύγειν ἐκείνην, τὸ βελτίω δὲ ὅπως ἀκούσῃ πρὸς τὰς τῶν νέων συνουσίας. ἔπειτα ἐροῦ τὸν βασιλέα, δύνασαι δὲ σωφροσύνῃ τε καὶ εὐνοίᾳ διηνεκεῖ τὴν δύναμιν κεκτημένος· ὦ βασιλεῦ, ἀνὴρ ἐκεῖνος, ὃν κελεύεις εἰς Θρᾴκην ἐλθὼν ἐκεῖσε προσόμοιος ἔσται γεωργῷ πλέοντι καὶ ἐν νηὶ ζῶντι συνεχῶς. οὔτε γὰρ ἐκείνῳ τὴν θάλατταν ἔστιν ἀροῦν οὔτε τούτῳ σπείρειν εἰς νέους τῶν πο- λιτῶν μὲν πρὸς ἕτερα τετραμμένων, τῶν ξένων δὲ ὑφορωμένων τὸ χωρίον καὶ νομιζόντων διδασκαλεῖον εἶναι τρυφῆς. ἡ Συρία δὲ Μουσῶν ἐργαστήριον πολὺν ἤδη χρόνον δημιουργοῦσα ῥήτορας, ὧν εἷς οὖτος Καλλιόπιος,ᾦ χαίρεις, καὶ πολλὴ πολλαχόθεν νεότης θήγουσά τε παιδευτὴν καὶ αὐτὴ λαμβάνουσα εφ᾿ ὄπερ ἤκει. πότερον οὖν βούλει σοι τὸν βουκόλον ἀπορεῖν βοῶν ἢ περὶ συχνὴν ἀγέλην χρῆσθαι τῇ τέχνῃ; ταῦτ’ ἀκούων ἀποκρινεῖται σοῦ μειδιῶντος καὶ ἐν τῷ βλέμματι πρὸς τὸ δεύτερον ἐνάγοντος· βόες ἔστωσαν τῷ βουκόλῳ.