# Epistulae 1-839 446

Libanius, Epistulae 1-839, Letter 446. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/libanius/epistulae-1-839/446
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/libanius/epistulae-1-839/446
CTS URN: urn:cts:greekLit:tlg2200.tlg001:446

Ἂν εἴπῃ τις ἥκειν Ἀνδρονίκου γράμματα, δῆλον ἡμῖν ὡς ἐγκλήματα ἥκει, καὶ συμβαίνει δὴ μὴ ἧττον ἀλγεῖν ἢ χαί- ρειν, ὅταν ἐπιστέλλῃς. καί μοι δοκεῖς οὐκ ἔχων σαυτὸν ἐξαλ- λάττειν μίαν ἀεὶ στείχειν καὶ ἢ τῷ μὴ λαβεῖν ἢ τῷ μικρὰν λα- βεῖν ἐγκαλεῖν. εἰ δ’ οὖν καὶ λίαν ἀληθῆ μέμφῃ, ἀποδέ- δοταί σοι πάντα διὰ τῶν πρέσβεων· πολλῶν γὰρ ἐπιστολῶν ἀμείνους αἱ τῶνδε γλῶτται. Κλεομένην δὲ ὧν οὐκ ἄρχει κακῶς ποιεῖν οὐδὲν θαυμαστόν· καὶ γὰρ ὧν ἄρχει κακῶς ποιεῖ. σοῦ δὲ ἐθαύμασα λέγοντος ὡς ἀφῄρημαι τῶν παρ’ ὑμῖν τιμῶν καὶ ὡς ἀναγκαζοίμην παρ’ ὑμᾶς ἐλθεῖν, πλὴν εἰ τοῦτο λέγοις, ὡς τοῖς ἐκεῖσε ἰοῦσιν ἀτιμία πρέπει. τοῦτο δὲ ὀρθῶς ἂν λέγοις.

---

Libanius, Epistulae 1-839. Text: Open Greek and Latin (First1KGreek), via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2200.tlg001.local001/.
