Ancient Greek · ~2 min
46.3 to 46.4
Libanius, Epistulae 1-839 46.3-4
Not analysed yet
μισῶν δὲ ἔγωγε τὸν Πέρ- σην καὶ πρότερον, ὅτι δὴ ποιεῖν κακῶς ἐπιχειρῶν ἔπειτα πά- σχὼν ἐρᾷ κακῶν. νῦν μᾶλλον ἡγοῦμαι δυσμενῆ σοί τε περι- ιστάντα πόνους ἡμᾶς τε τοσούτου χρόνου ἡδίστην συνουσίαν ἀφῃρημένον. ἀλλὰ σύ γε καὶ ἀπὼν οἷς δίδως ἐλπίζειν εὑ φραίνεις ψιλαῖς παρασκευαῖς τὸν πολέμιον ἐκφοβῶν. καί σε εἰ καὶ βραδύτερον, ἀλλὰ σεμνότερον ὄψομαι τῶν δρόμων του- τωνὶ τῶν πολλῶν μισθὸν κομιζόμενον εὐφημίας. τότε δή, τότε τῶν νῦν ἀηδῶν μεμνήσῃ μεθ’ ἡδονῆς.