# Epistulae 1-839 487

Libanius, Epistulae 1-839, Letter 487. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/libanius/epistulae-1-839/487
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/libanius/epistulae-1-839/487
CTS URN: urn:cts:greekLit:tlg2200.tlg001:487

Ὥρα σοι τὸν Νεῖλον μικρὸν καλεῖν ποταμόν, ὅπου γε καὶ σαυτὸν μικρὸν εἶναι φὴς ἐν λόγοις. ἡμεῖς δὲ τὰ μὲν ἄλλα σοι πιστεύσομεν, τουτὶ δὲ μόνον ἀπιστήσομεν. σοὶ μὲν γὰρ ἴσως καλὸν μὴ σαυτὸν ἐγκωμιάζειν, ἡμῖν δὲ μὴ πᾶν ὅσον ἐν σοὶ δοκεῖν εἰδέναι πῶς καλόν; ἢ γὰρ οὐ σὺ Θεόδωρος ἐΜ νος ὁ πολλῶν μὲν πόνων πολλοὺς λόγους ἐωνημένος Ἀθήνησι, πρὸς δὲ τοὺς ἔξω λαμπρὸς ἀφ’ ὧν ἐκεῖθεν ἐκόμιζες, ἡμὶν δὲ ἀντὶ κέντρου ποιήσας ὃν ἀνέγνως ἀγῶνα; θαυμάζω δὲ ὅπως οὐκ εἶδες ὅτι λέγων μὲν μὴ μεγάλα εἰδέναι, τοιαῦτα δὲ ἐπιστέλλων ψευδόμενος ἁλώσῃ τοῖς γεγραμμένοις αὐτοῖς ἐλέγ- χων τὰ γεγραμμένα. οὑτωσὶ μὲν οὐδ’ εἰ πάνυ βούλοιο, δύναιο ἂν εἰπείν τι μὴ καλόν, τοὺς δὲ νέους ὑπὲρ ὧν ἡμᾶς παρακαλεῖς φιλοῦμεν, ὅτι καὶ αὐτοὶ παρακαλοῦσιν ἡμᾶς οἶς ἐπιθυμοῦσιν.

---

Libanius, Epistulae 1-839. Text: Open Greek and Latin (First1KGreek), via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2200.tlg001.local001/.
