Ancient Greek · ~2 min
488.3 to 488.4
Libanius, Epistulae 1-839 488.3-4
Not analysed yet
εἶτα νομίζεις ὡς ἀρκεῖ σοι πρὸς τὸν βίον τὸ φιλεῖν με, ὅτι δὲ πολλῆς ἀτοπίας ἄλλον μὲν φι- λεῖν, αὑτὸν δὲ μή, τοῦτο δὴ οὐχ ὁρᾷς. ἀλλ’, ὦ λέγειν εἰδὼς μέν, οὐκ ἐθέλων δέ, βουλήθητι λέγειν. πάντως δὲ πολλὰ πολ- λαχοῦ δικαστήρια, τὰ μὲν μείζω, τὰ δὲ ἐλάττω. σὺ δ’, εἰ τῶν μειζόνων ἔρως, ἥκειν ἐνθάδε καὶ σαυτὸν ποιεῖν μέγαν καὶ ἡμᾶς εὐφραίνειν. οὕτως δὲ καὶ τοὺς συγγενεῖς ἐγγύθεν παρ- οξυνεῖς καὶ ἔργῳ καὶ λόγῳ.