Ancient Greek · ~2 min
490.1 to 490.2
Libanius, Epistulae 1-839 490.1-2
Not analysed yet
Εἰ καὶ μηδὲν ἡμῖν τοῖς ἔργοις βεβοηθηκὼς γράμματα ἐπεπόμφεις, ἐν τοῖς τὰ μέγιστα κεχαρισμένοις ἐτέταξο ἄν· νῦν δὲ καὶ βοηθῶν ἔσωζες καὶ σώσας ἐπέστελλες, τῷ μὲν ὠφελῶν, τῷ δὲ κοσμῶν καὶ καλὰ καλοῖς προστιθείς. αὐλοί φασι μετὰ λύραν. οἱ μὲν οὖν ἄλλοι περιστάντες ἐθαύμαζον, ἐκρότουν, ἐμέμνηντο συνεχῶς τῆς θείας κεφαλῆς· ἐγὼ δὲ ἁβρυνόμενος οὐδὲ γὰρ βουλομένῳ ῥᾳθυμεῖν αὐτῷ περὶ τὴν ἐμὴν ἀσφάλειαν ἔστιν ἔφην.