Ancient Greek
490.4 to 490.5
Libanius, Epistulae 1-839 490.4-5
Not analysed yet
ἐμοὶ μὲν οὖν ἐπ’ ἀμφότερα καθεύδειν δέδωκάς τε καὶ δίδως καὶ δώ- σεῖς· Ἀντίοχον δὲ τῶν ἐπαίνων, οὓς ἐπιστέλλων αὐτὸς ἐπῄ- νεις, εὐδαιμονίζω καὶ ὅτι σε δῆλος ἦν εἰδώς. οἶδε δέ σε κα- λῶς ὅστις ἂν ἡγῆταί σε τῶν ὄντων ἄριστον, ὃ δὴ καὶ Ἀντίο- χος ἡγεῖται. τοῦτ’ οὖν εὐτύχημα τοῦ ταύτῃ δοξάζοντος τίθεμαι. καὶ γὰρ ὅστις ἃ χρὴ πέπεισται περὶ τῶν θεῶν, αὐτοῦ τὸ κέρδος. τά τε οὖν ἄλλα μέγας ἡμῖν ὁ βασιλεὺς καὶ τῇ τοῦ κοινωνοῦ τῶν φροντίδων ἀρετῇ.