Ancient Greek · ~2 min
491.2 to 491.3
Libanius, Epistulae 1-839 491.2-3
Not analysed yet
ἃ ἐγὼ καθορῶν ἠγησάμην πρέπον τὰ πρῶτα τῶν γραμμάτων δι’ ἀνδρὸς ἐλθεῖν σοι φιλοῦντος μὲν ἐμέ, σὲ δὲ τοῦτό τε αὐτὸ καὶ θαυμάζοντος. ἀλλ’ ἔοικας οὐ λαβεῖν τὴν ἐπιστολήν· οὐ γὰρ ἂν τῷ θείῳ γράφων ὅπερ ἡμῶν αὐτῷ μοι γραμμάτων οὐ μετέδωκας, ᾧ τὸ μένειν ἐνταῦθα δέδωκας. ἀλλ’ ἐκεῖνος μὲν ἢ δώσει ποτὲ τὴν πρόσρησιν ἡ μέμψιν οἴσεται σοὶ δὲ ἀντὶ τῆς εἰς ἡμᾶς σπουδῆς τρόπαιά τε ἀπὸ βαρβάρων εἴη καὶ τὸ διὰ τέλους ἀρέσκειν τῷ βασιλεῖ, παρ’ ἡμῶν δὲ μισθὸς ἔπαι- νος, τὰ γὰρ ἡμέτερα ἐν λόγοις, καὶ προσέτι τοὺς υἱεῖς σοι πρὸ τῶν ἄλλων ἐν μουσείοις τετάχθαι.