Ancient Greek · ~3 min
493.1 to 493.3
Libanius, Epistulae 1-839 493.1-3
Not analysed yet
Τῇ τε ἄλλῃ τὸν Ἀβλάβιον εἶδον ἡδέως καὶ ὅτι μοι παρὰ σοῦ γράμματα ἦγεν. ἡμεῖς δὲ πρότερον ἡμᾶς αὐτοὺς μισήσο- μεν ἢ σοί τι μεμψόμεθα· οὕτω μελέτην πεποίησαι τὸ τὰ ἡμέ- τέρα μείζω ποιεῖν, ὃς ἤδη καὶ πόλεμον πολεμεῖς οὕτω μακρὸν ἀπὸ τοῦ μὴ φέρειν, ἢν ἐμοῦ τις ἐπὶ τὰ χείρω μνησθῇ. καί- τοι σε δεῖ καὶ γελᾶν εἰδέναι καὶ συγγνώμην ἔχειν τοῖς ἵνα κολακεύωσιν ἕτερον βλασφημοῦσιν ἕτερον. ζῶσι γὰρ ἀπὸ τοῦ κολακεύειν καὶ τοῦτο αὐτοῖς βίος ὥσπερ τοῖς ναύταις τὸ ἐρέτ- τειν. ὁ δὲ σοφὸς ἐκεῖνος, οὗ τὸν μὲν τρόπον ἡμῖν ἤγγειλεν Ἀβλάβιος, τοὔνομα δὲ εἰπεῖν οὐκ εἶχε, τὰ μὲν ἄλλα ἡμᾶς οὐκ ἐλύπει, τουτὶ δὲ μόνον, ὅτι μου μεμνημένος ἐσολοίκιζε καὶ μέσος ἐγινόμην οὐδὲν ἀδικῶν βαρβαρίας.