Ancient Greek · ~2 min
504.3 to 504.4
Libanius, Epistulae 1-839 504.3-4
Not analysed yet
κομίζει δέ σοι καὶ οὗτος διήγησιν πραγμάτων, ὥσπερ ἐκεῖνος Κλημάτιος. ἐφ’ οἷς δέομαί σου μηδὲν ἀλγῆσαι, ἕνα μὴ πάνυ μοι φίλος ὢν ἀνόμοιος ἦς τῷ φίλῳ· ὡς ἔμοιγε πίσης ἐφάνη γαλήνης πρᾳότερα τὰ παρα- στήσαντά μοι δόξαν ὅτι λυπήσει τὰ μὲν οὖν τῶν πολιτῶν πλὴν τοῦ Κοκκυλίωνος ἡμέτερα, καὶ νέοι καὶ γέροντες καὶ τῶν γε ξένων ὅσοι γαστρὸς ἐγκρατεῖς· τῶν δὲ τὰς δίκας λέγειν μὲν οὐ δυναμένων, εἰς δὲ τοὺς λέγοντας εἰσβιαζομένων, οὓς τὸ τοὺς ἀμείνους λοιδορεῖν, ἄλλο δὲ οὐδὲν ἂν ποιήσαι γνω- ρίμους, οὗτοι μισθὸν τοῦ δειπνεῖν τοῖς ἑστιῶσι παρέχουσι τὴν ἐπὶ τοῖς φληνάφοις βοήν.