Ancient Greek · ~2 min
516.1 to 516.2
Libanius, Epistulae 1-839 516.1-2
Not analysed yet
Πάλαι σου τὴν περὶ τὸ ἄρχειν ἐπιστήμην εἰδώς, ὅτι Καὶ τὴν παροῦσαν μετὰ παντὸς ἄρχεις τοῦ προςήκοντος, οἶδα. Εἰ δὲ μὴ καὶ πάλαι σε ἐτύγχανον εἰδώς, εὗρον ἄν σου τὴν ἀρετὴν ἀπὸ τοῦ φίλου. ὅστις γὰρ ὁμιλῶν ἥδεται Θεμιστίῳ, Οὐ πώποτ᾿ ἠρώτησα γινώσκων, ὅτι τοῦ ζῆν ὡς ἄριστα Ποιεῖται λόγον. Διὸ δὴ καὶ αὐτὸς ἐκεῖ τε συνέζων αὐτῷ καθάπερ συμπεφυκὼς καὶ τῇδε ταὐτὸν ἐποίησα. συνὼν οὐκ ἐπαυσάμην, ὅπως τε ἀκούοιμί τι χρηστὸν καὶ δοκοίην τοῖς πολίταις εἶναι μὴ κακὸς ἀπὸ τοῦ χαίρειν τῷ καλῷ.